Ancient Greek
Chrest.Wilck. 146
Documentary Papyri, Chrest.Wilck. 146
Not analysed yet
χρόνος ἐφηβείας ἔτους τρεισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Σεβαστοῦ ιβ. Θέων Θέωνος τοῦ Θέωνος Προπαπποσεβάστειος ὁ καὶ Ἀλθαιεὺς ἐτῶν τριάκοντα καὶ ἡ τούτου γυνὴ Σαραπιὰς Δίωνος ἀστὴ ἐτῶν τριάκοντα μετὰ κυρίου τοῦ δεδομένου αὐτῇ καθʼ ὑπόμνημα πρυτανέων, οὗ χρόνος ἐν πρυτανίῳ τοῦ ἐνεστῶτος ἔτους καὶ μηνός, Θέωνος τοῦ Τρύφωνος Μουσοπατερείου τοῦ καὶ Ἀλθαιέως ἐτῶν πεντήκοντα ὀκτὼ ἀγυιᾶς Ἀρσινόης Νείκης φάμενοι συνεῖναι ἑαυτοῖς ἀγράφως, υἱὸν Θέωνα ἐνιαυτοῦ ἑνός ,ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι δευτέρᾳ καὶ εἰκάδι, Ἁδριανοῦ ἐκ πλαγίου Πτολεμαίου τοῦ Ἀντιπάτρου παρατέθειται Ἱερωνύμιος α ἔτει Σεουήρου Ἀλεξάνδρου τοῦ κυρίου Μεσορὴ ιε. …πατρὸς Θέωνος