Ancient Greek
Chrest.Wilck. 176
Documentary Papyri, Chrest.Wilck. 176
Not analysed yet
Φιλοξένωι κοσμητεύσαντι στρατηγῶι Ἀρσινοΐτου Θεμίστου μερίδος παρὰ Ἑριέως τοῦ Σαταβοῦτος τῶν ἀπὸ τῆς Σοκνεπαίου Νήσου. ἐμισθωσάμην ἔτι ἀπὸ τοῦ ιγ ἔτους θεοῦ Κλαυδίου ἐκ τῆς πρότερον Ναρκίσσου οὐσίας ἐλαιουργῖον ἐπὶ φόρωι δραχμῶν σ καὶ ἐλαίου χόεσι τρισί . ἔκτοτε δὲ τῶν προεστώτων μὴ δόντων εἰς τὸ ὄργανον μήτε χοινικίδας μήτε τὰ ἄλλα, ἃ ἔδει, αὐτὸς ἠναγκάσθην ἐκ τοῦ ἰδίου ἀγοράσας ἐξαρτίσαι καὶ μηχανὴν ὁμοίως καὶ θυίας καὶ τὰ ἄλλα τὰ ἐνχρῄζοντα πάλιν ἐκ τοῦ ἰδίου, μηδεμίαν μου ἐπιστροφὴν ποιησαμένων αὐτῶν. ἐπεὶ οὖν καὶ αὐτὸ τὸ ἐλαιουργῖον συνεχυτρώθη καὶ ἠναγκάσθην δοκοὺς καὶ ἐρείσματα παρατιθέναι καὶ διετίαι ἀναγκάζομαι ἔξω τοῦ ἐλαιουργίου ὢν τοὺς φόρους ἐξ οἰκόθεν διαγράφειν, ἀξιῶ οὐκέτι εὐτονῶν ὑπομένειν τὰς ζημίας ἐπαναγκάσαι τοὺς προεστῶτας ἀπαρενόχλητόν με ποιῆσαι ὑπὲρ τῶν φόρων.