Ancient Greek
Chrest.Wilck. 177
Documentary Papyri, Chrest.Wilck. 177
Not analysed yet
Αὐρήλιος Ἀρητίων ἀπὸ τῆς Μεμφιτῶν πόλεως …προνοητὴς οὐσίας πρότερον Ἀνουβᾶ γενομένου ὑπομνηματογράφου, νυνὶ δὲ τοῦ ἱερωτάτου ταμιείου Αὐρηλίῳ Βησαρίωνι στρατηγῷ τοῦ νομοῦ τῷ φιλτάτῳ χαίρειν. Παταλᾶς ναυπηγὸς χθὲς ἀλόγως γενόμενος εἰς ἀμπελικὸν χωρίον καλούμενον Ἐλαιῶνα τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Αὐρηλιανοῦ Σεβαστοῦ ἀκανθέας δύο ζωφυτούσας ὑπερμεγέθεις, ἃς ἐφύλαττον διὰ τὰς ἀναγκαίας χρείας …ιων ἐκκόψας …καὶ ἀπηνέγκατο …λετο. τοῦτον οὖν ἀξιῶ ἀχθῆναι καὶ ἱκανὰ ἔνγραφα παρασχεῖν, μέλλω γὰρ περὶ τούτου ἐντυχεῖν τῶι μείζονι. ἀξιῶ δὲ ὑπηρέτην ἀποταγῆναι τὸν ἐποψόμενον τῆς ἐκκοπῆς τὴν διάθεσιν καὶ ἐνγράφως σοι προσφωνήσοντα.