Ancient Greek
Chrest.Wilck. 202
Documentary Papyri, Chrest.Wilck. 202
Not analysed yet
Γάιος Οὐίβιος Μάξιμος ἔπαρχος Αἰγύπτου λέγει· τῆς κατʼ οἰκίαν ἀπογραφῆς ἐνεστώσης ἀναγκαῖόν ἐστιν πᾶσιν τοῖς καθʼ ἥντινα δήποτε αἰτίαν ἀποδημοῦσιν ἀπὸ τῶν νομῶν προσαγγέλλεσθαι ἐπανελθεῖν εἰς τὰ ἑαυτῶν ἐφέστια ἵνα καὶ τὴν συνήθη οἰκονομίαν τῆς ἀπογραφῆς πληρώσωσιν καὶ τῇ προσηκούσῃ αὐτοῖς γεωργίαι προσκαρτερήσωσιν. εἰδὼς μέντοι ὅτι ἐνίων τῶν ἀπὸ τῆς χώρας ἡ πόλις ἡμῶν ἔχει χρείαν βούλομαι πάντας τοὺς εὔλογον δοκοῦντας ἔχειν τοῦ ἐνθάδε ἐπιμένειν αἰτίαν ἀπογράφεσθαι παρὰ Βουλ… Φήστῳ ἐπάρχωι εἴλης, ὃν ἐπὶ τούτῳ ἔταξα, οὗ καὶ τὰς ὑπογραφὰς οἱ ἀποδείξαντες ἀναγκαίαν αὑτῶν τὴν παρουσίαν λήμψονται κατὰ τοῦτο τὸ παράγγελμα ἐντὸς τῆς τριακάδος τοῦ ἐνεστῶτος μηνὸς Ἐπεὶφ …ἐπανελθεῖν μεθʼ ἧς …ὑπογραφῆς τοῦ ἐπιλ…ρεθηι οὐ μετρίως …εὖ γὰρ οἶδα τὰ ἐντε…θαι ὅσον …τῇ π… ἀδικοῦντες