Ancient Greek
203.r1.1 to 203.r1.24
Documentary Papyri, Chrest.Wilck. 203.r1.1-24
Not analysed yet
μθ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ἡρώδου Ἥρωνος τοῦ Ἡρακλείδου μητρὸς Εἰρήνης ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ὑπάρχει μοι ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων δεκάτον μέρος οἰκίας, ἐν ᾗ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν …ἀπεγραψάμην. καί εἰμι Ἡρώδης ὁ προγεγραμμένος λαογραφούμενος γέρδιος ἐτῶν ν καὶ τὴν γυναῖκά μου οὖσαν καὶ ἀδελφὴν Εἰρήνην ἐτῶν νδ καὶ ἐξ ἀμφοτέρων τέκνα Ἥρωνα …ον ἐτῶν κθ καὶ Νεῖλον ἄλλον χρυσοχοῦν ἐτῶν κε καὶ Σαραπίωνα ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν …καὶ Ἡρακλείδην ἐτῶν θ καὶ Εὐπορᾶν ἐτῶν ζ ἀμφοτέρους μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ …ν ἐτῶν κγ καὶ Νειλλιαῖναν οὖσαν τοῦ Ἥρωνος γυναῖκα ἐτῶν …καὶ Θαϊσάριον ἐτῶν ιζ καὶ τὰ τοῦ Ἥρωνος καὶ τῆς Νειλλιαίνης τέκνα Ἡρώδην καὶ Τρύφωνα ἀμφοτέρους δίδυμαγενεῖς μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις ἔτους α καὶ τοῦ Νείλου γυναῖκα Θερμουθάριον Κάστορος τοῦ Ἥρωνος μητρὸς Ἰσιδώρας ἀπὸ τῆς μητροπόλεως ἐτῶν κθ καὶ ἐξ ἀμφοτέρων τέκνα …να ἐτῶν ιγ καὶ Ἥρωνα ἐτῶν …ἀμφοτέρους μὴ ἀναγεγραμμένους ἐν ἐπιγεγενημένοις καὶ τὰ τοῦ τετελευτηκότος μου ἀδελφοῦ Ἡρακλείδου τέκνα Ἥρωνα μητρὸς Εἰρήνης ῥαβδιστὴν ἐτῶν λδ καὶ Ἀπίωνα μητρὸς τῆς αὐτῆς ἐργάτην ἐτῶν κδ καὶ Ἡρακλείδην χρυσοχοῦν ἐτῶν ιθ καὶ Θαϊσάριον οὖσαν τοῦ Ἥρωνος γυναῖκα ἐτῶν ιζ καὶ ἐξ ἀμφοτέρων θυγατέρα Σύραν ἔτους α. καὶ ἐνοίκους· Νεῖλον Δημητρίου τοῦ …υ μητρὸς Θαϊσαρίου λαογραφούμενον ὀνηλάτην ἐτῶν μδ καὶ τὴν τούτου γυναῖκα οὖσαν καὶ ἀδελφὴν Εἰρήνην ἐτῶν νβ καὶ ἐξ ἀμφοτέρων υἱὸν Κάστορα μὴ ἀναγεγραμμένον ἐν ἐπιγεγενημένοις ἐτῶν η καὶ τοὺς τῆς προγεγραμμένης Θερμουθαρίου ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοὺς Ἥρωνα ῥαβδιστὴν λαογραφούμενον ἐτῶν λδ καὶ Μέλαναν κηπουρὸν ἐτῶν λβ καὶ Ἥρωνα Ἡρακλείδου τοῦ Ἥρωνος μητρὸς Διδύμης λαογραφούμενον ἐργάτην ἐτῶν κϛ καὶ τὴν τούτου ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὴν …ην ἐτῶν κγ, τοὺς πλείους συναπογραφέντας μοι τῇ τοῦ ιδ ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου ἀπογραφῇ ἐπὶ τοῦ προκειμένου ἀμφόδου Ταμείων. διὸ ἐπιδίδωμι.