Ancient Greek
Chrest.Wilck. 21
Documentary Papyri, Chrest.Wilck. 21
Not analysed yet
Πτολεμαῖς Ζωσίμῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. γίγνωσκε, ἄδελφε, ἐκληρώθην εἰς τὰ Βουκόλια· οὐκ ἠδυνάμην παραιτήσασθαι, διότι καλῶς κεκλήρωμαι. ἐδήλωσα Λονγείνῳ, ἵνα ἑτοιμάσῃ πάντα. ἐκ γῆς ὀφειλήσῃς ἕψειν εἴτε τοὺς πλίνθους εἴτε τὴν κονίαν, ἵνα μεθʼ ὑγιείας ἐὰν ἐγὼ ἔλθω πρὸς ὑμᾶς, εὕρω πάντα ἕτοιμα. οἴδατε τὴν ἀνάγκην τῆς στρατείας· καὶ ἂν εἰς τοῦτο ὑπηρετήσατέ μοι ὅπως ε…υλης μετʼ αὐτοῦ ἕως ὅτου ἡ ἑτοιμασία γένηται μετὰ τὴν κατασπορὰν καὶ εὐσχοληθῇς, ἐλθὲ πρὸς ἐμὲ εἰς τὰ Βουκόλια, τοῦτʼ ἐστιν τιοθεις . ὅταν λάβῃς ταύτην τὴν ἐπιστολήν, γενοῦ μετὰ Λονγείνου εἰς Σκηνὰς Μάνδρας πρὸς Βησαρίωνα τὸν ἐμὸν φίλον, ὡς καὶ σὺ ἐπίστασαι αὐτόν. ἔχω ἐν Ἀλεξανδρείᾳ ἀναγκαῖον φίλον καὶ τὰ πάντα μεταδώσει ἡμῖν. πᾶν ποίησον τοῦ σὲ ἀπενέγκαι Ἀπόλλωνι τὸν κυνηγὸν πρὸς τὸν φίλον μου εἰς Σκηνάς· διὸ οὖν ,ἄδελφε, ὅπως ἐνταλῇς τῷ ἀνδρί. Γαία τεσεινα ὑπηρετήσῃ χορτάρια τῷ ἐμῷ φίλῳ καὶ γὰρ μέλλει αὐτῷ χρῄζεσθαι. ἀσπάζομαι τὴν ἀδελφήν μου πολλὰ καὶ τὰ τέκνα αὐτῆς καὶ Σερῆνον καὶ τοὺς φιλοῦντας ἡμᾶς πάντας. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος Ζωσίμῳ ἀδελφῷ Πτολεμαίου ἀδελφοῦ.