Ancient Greek
Chrest.Wilck. 23
Documentary Papyri, Chrest.Wilck. 23
Not analysed yet
τῷ κυρίῳ ἡμῶν καὶ δεσπότῃ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐναρέτῳ κόμετι Ἀνούθιος ἀρχιυπηρέτης. οἱ ἀπὸ κώμης Κερκῆσις ἦλθον εἰς τὸν αἰγιαλὸν τῶν ἀπὸ Ὀξυρύγχων καὶ ἐδίωξαν τοὺς ἁλιεῖς Ὀξυρύγχων καὶ ὁ θεὸς ἐβοήθησεν καὶ οὐκ γέγονεν σφάλμα. οἱ οὖν ἀπὸ Ὀξυρύγχων ἠθέλησαν ἀνελεῖν καὶ πολεμῆσαι μετὰ τῶν ἀπὸ Κερκῆσις. ἐγὼ οὖν οὐκ εἴασα αὐτοὺς πολεμῆσαι, θεὸς οἶδεν ὁ μόνος, ἢν οὐκ ηὐκαίρημαι εἰς Ὀξυρύγχων κακὸν εἶχε γενέσθαι· ἰδοὺ γεγράφηκα τῇ ἐξουσίᾳ σου, ἵνα δώσῃς αὐτῶν ὅρον καὶ σὺν θεῷ ἔρχομαι μετὰ τὴν αὔριον φέρων τὸ χρυσικόν. δέσποτά μου κύριε. τῷ κυρίῳ καὶ δεσπότῃ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐναρέτῳ κόμετι παρὰ Ἀνουθίου ἀρχιυπηρέτου