Ancient Greek
Chrest.Wilck. 266
Documentary Papyri, Chrest.Wilck. 266
Not analysed yet
Αὐρήλιος Σερηνίσκος ὁ καὶ Ἑρμησίας στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδος· παραγγέλλεται τοῖς πράκτορσι τοῦ ε ἔτους τῶν γεωργῶν καὶ κληρούχων ἐπακολουθῆσαι τῇ γεινομένῃ ἐπʼ ἀγαθοῖς ἀναμετρήσει τοῦ σπόρου καὶ ἀναγράψασθαι πᾶσαν τὴν ἐσπαρμένην γῆν ἔν τε πυρῷ καὶ ἄλλοις γένεσι καὶ τὰ ὀνόματα τῶν κατὰ φύσιν γεγεωργηκότων δημοσίων γεωργῶν καὶ κληρούχων πρὸς τὸ μηδὲν ἐπὶ περιγραφὴν τοῦ ἱερωτάτου ταμιείου γενέσθαι ὑπὸ τῶν λαογράφων ἢ πραγματικῶν, ὡς τοῦ κινδύνου καὶ ὑμῖν αὐτοῖς ἅμα ἐκείνοις διοίσοντος ἐάν τι φανῇ κεκακουργημένον ἢ οὐ δεόντως πεπραγμένον, μηδεμιᾶς προφάσεως ὑμῖν ὑπολειπομένης ἐπὶ τῆς ἀπαιτήσεως ἕνεκεν γνωρισμοῦ· καὶ τῆς μέντοι γεινομένης ὑφʼ ὑμῶν ἀναγραφῆς τὸ ἴσον ἐπίδοτε. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Μεχεὶρ θ.