Ancient Greek
Chrest.Wilck. 267
Documentary Papyri, Chrest.Wilck. 267
Not analysed yet
…εια…τατα …νοίας τε καὶ πίστεως καὶ …δηλῶσαί μοι ἅμα δὲ καὶ τὴν οὖσαν αὐτῶν διάθεσιν ἀλλὰ καὶ τὴν περιγενομένην ἀπʼ αὐτῶν πρόσοδον καὶ τὸ καθʼ ἓν δηλῶσαί μοι. ἴσθι δὲ ὡς εἴ τι πρὸς χάριν πραχθὲν ἐλέγχθη, αὐτὸς ἐπὶ τῶν τόπων γενόμενος ὅτι ἂν καταλάβοιμι ἐπὶ περιγραφῇ τοῦ ταμιείου πραχθέν, τοῦτο κατὰ τοὺς τοῦ ταμιείου νόμους ἔκ τε τῶν σῶν ὑπαρχόντων καὶ τῶν ὑπευθύνων κελεύσω ἀποκατασταθῆναι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους β Μεχεὶρ ζ.