Ancient Greek
Chrest.Wilck. 27
Documentary Papyri, Chrest.Wilck. 27
Not analysed yet
εἰ τοῖς ἀναγνωσθεῖσι ψηφίσμασι ὑπεναντίον τί ἐστιν κατὰ νόμον ἢ κατὰ διάταξιν. εἰ γὰρ ὑπεναντίον ἐστὶν τὸ παράδειγμα οὐκ ἰσχυρόν, προκρίνονται γὰρ παντὸς οὑτινοσοῦν οἱ νόμοι καὶ διατάξεις. Ἑρμόδωρος Εὐτυχίδους βουλευτὴς εἶπεν· ἀναγνωσθήτω ἡ διάταξις Πρόκλου. ἀναγνωσθείσης ἐπὶ τοῦ θ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου Ἁθὺρ κα Νεμεσίων Ἀμμωνίου βουλευτὴς εἶπεν· περὶ τούτου ὡς ἔδοξεν, προσφωνησάτω ἡμῖν ὁ πρυτανικός. Λούκιος Ἀπολινάριος πρυτανικὸς εἶπεν· ἡ ἐπιγαμία ἐδόθη ἡμῖν πρὸς Αἰγυπτίους κατʼ ἐξαίρετον ὑπὸ τοῦ θεοῦ Ἁδριανοῦ, ἥνπερ οὐκ ἔχουσι Ναυκρατεῖται, ὧν τοῖς νόμοις χρώμεθα, καὶ τὰ περὶ τῆς ἐπιγαμίας πάλιν ἀναγιγνώσκω. καὶ ἀναγνόντος μετὰ τὴν ἀνάγνωσιν Ἀρισταῖος βουλευτὴς εἶπεν· τοῦτο οὐχ ἅπαξ ἐν ἡμεῖν κεκίνηται, ἀλλὰ καὶ πλεονάκις ἤδη, ὡς ἔπρεπεν ἡμῶν τῷ Ἑλληνικῷ τύπῳ. ἠθελησα…ν περιτροπὴν ετ…υσεπ…κ… ἡμῖν …