Ancient Greek
Chrest.Wilck. 28
Documentary Papyri, Chrest.Wilck. 28
Not analysed yet
ἀντίγραφον ἐπιστολῆς ἐπιστρατήγου Θηβαίδος. Αἴλιος Φαυστεῖνος στρατηγῷ Λυκοπολίτου χαίρειν. βιβλίδιον Ἀπολλοφάνους Ὡρίωνος σημειωσάμενος πεμφθῆναί σοι ἐκέλευσα. ἐπεὶ οὖν φησιν πατέρα ἑαυτὸν ὄντα παίδων Ἀντινοιτικῶν καὶ οὐ τὰ ἐπικεφάλια τελοῦντα κεκληρῶσθαι κατʼ ἄγνοιαν ὑπὸ Ξεινοκράτους εἰς πρακτορείαν κατακριμάτων καὶ νῦν ἐπιδημήσαντα …πρὸς διόρθωσιν δημοσίων κατεσχῆσθαι …τοε… χρείᾳ. φρόντισον, εἰ ταῦτα οὕτως ἔχει, καθʼ ἃ παρέθετο ἐφʼ ὁμοίων κεκρίσθαι, τοῦ ἕτερα ὀνόματα ἀντʼ αὐτοῦ εἰς τὴν χρείαν πέμψαι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους κβ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Παχὼν δ