Ancient Greek
Chrest.Wilck. 323
Documentary Papyri, Chrest.Wilck. 323
Not analysed yet
Πακῦσις Ὥρου καὶ Στοτοῆτις Στοτοήτεως καὶ Στοτοῆτις Ἑριέως καὶ Ἑριέως Στοτοήτεως καὶ Στοτοῆτις Στοτοήτεως καὶ Στοτοῆτις Ἁρπαγάθου τῶν ϛ ἡγουμένων πενταφυλίας Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου Ἀμμωνᾶφις Πάπειτος μυλωνικῷ χαίρειν. βουλόμεθα μισθώσασθαί σε τὸ μύλαιον τοῦ θεοῦ ἐν ἐποικίῳ Πισάιτος περὶ κώμην Ἡρακλείαν εἰς ἔτη πέντε ἀπὸ τοῦ ζ ἔτους ἕως ια ἔτους τῶν κυρίων Αὐτοκρατόρων ἐπὶ τῷ ἀνήλωκας τὸν φόρον τῆς πενταετείας εἰς τὸ μύλαιον τοῦ θεοῦ, ἀπὸ ιβ ἔτους ἀποδώσεις ἐκφόριον εἰς τὸ πλῆθος καθʼ ἔτος ἀργύριου δραχμὰς ἑκατὸν εἴκοσι γίνονται δραχμαὶ ρκ καὶ θαλλοῦ χοίνικας εἴκοσι καὶ ὄρνιθας δύο ,δραχμὰς ὀκτὼ καὶ ωοιφια εἴκοσι . δώσεις τὰ θάλεια ἀπὸ η ἔτους τοῖς ἡγουμένοις καὶ μετὰ τὸν χρόνον ἀφεῖναι τὸ μύλαιον καὶ κοπτοραν καθὼς πρόκιται. Στοτοῆτις Στοτοήτεως ἔγραψα καθὼς πρόκειται. Στοτοῆτις Ἑριέως ἔγραψα καθὼς πρόκιται. ἔτους ζ.