Ancient Greek
Chrest.Wilck. 325
Documentary Papyri, Chrest.Wilck. 325
Not analysed yet
…Σοκνοπαίου Νήσου. ἐπεί, κύριε, γέρδιος εἰμὶ τελῶν κατʼ ἔτος εἰς τὸ δημόσιον εἰς λόγον δραχμὰς οϛ, οἱ δὲ τῆς κώμης πρεσβύτεροι ἐπηρεάζοντές μοι ἀναδεδώκασί μου τὸ ὄνομα εἰς πρεσβυτερείαν τῆς κώμης ἀπόρου μου ὄντος καὶ μισθοῦ πορίζοντος τὸ ζῆν ἀπὸ τῆς γερδιακῆς διὸ ἀξιῶ σε τὸν κύριον βοηθῆσαί μοι, ἵνα τύχω τῆς ἀπὸ σοῦ εὐεργεσίας. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μ…