Ancient Greek
Chrest.Wilck. 347
Documentary Papyri, Chrest.Wilck. 347
Not analysed yet
…Ἀμμωνίου Ἑρμοπολίτης Ἑρμῇ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ παρειληφέναι σε κοινωνὸν κατὰ …ὧν καὶ ἐγὼ ἐμισθωσάμην ἐκ τοῦ δημοσίου …εἰς ἔτη πέντε ἀπὸ τοῦ ἐνεστῶτος ιζ ἔτους Σεουήρου καὶ Ἀντωνίνου καὶ Γέτα Καισάρων τῶν κυρίων ἐν τῷ Περὶ πόλιν κάτω περὶ …ἐκ τοῦ Διονυσίου χορτενχέρσου ἀρουρῶν …ἡμίσους τετάρτου ὀγδόου ἑκκαιδεκάτου …ρώμεθα κατʼ ἔτος, ἐκφορίου καὶ φόρου …τοῦ διὰ τῆς μισθώσεώς μου δηλουμένου …κατὰ τὸ τρίτον μέρος τῶν διὰ τῆς μισθώσεως φόρων …ἐπιθεμάτων ἀποδώσεις καὶ μετρήσεις κατʼ ἔτος …ς καὶ ἀντιποιησόμεθα τῆς γεωργίας ἕκαστος …καὶ τὰ περιγεινόμενα πάντα κατʼ ἔτος …ἐκ τοῦ τρίτου μέρους μετὰ τὰ δημόσια πάντα μ…τη …μέρος καὶ πάσας τὰς γεινομένας δαπάνας …τελέσεις κατὰ τὰ αὐτὰ μέρη. ἐὰν δὲ μετὰ τὸν προγεγραμμένον χρόνον κατασχεθῶ τῇ γεωργίᾳ, συνγεωργήσεις μοι ὡσαύτως κατὰ τὸ αὐτὸ τρίτον μέρος, ἕως οὗ ἀπολυθῶ τῆς γεωργίας. ἡ ὁμολογία κυρία μένοντός μοι τοῦ λόγου περὶ ὧν ἔχω πρὸς σὲ …ων δικαίων. ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Θὼθ α. …Ἀμμωνίου Πατεμ… …Ἑρμοπολ …ας Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως βούλομαι ἑκουσίως …π… τὸ ἐνεστὸς ιζ ἔτος Σεουήρου …