Ancient Greek
Chrest.Wilck. 355
Documentary Papyri, Chrest.Wilck. 355
Not analysed yet
Ἀπολλωνίῳ τῷ καὶ Πτολεμαίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀπύγχεως Ἀπύγχεως καὶ μετόχων πρακτόρων σιτικῶν κώμης Σοκνοπαίου Νήσου. τὴν ἐπιμερισθεῖσαν τῇ προκειμένῃ κώμῃ ἀπὸ πεδίων κώμης Βακχιάδος γῆν ὑπὲρ ἧς τὰ ἀνήκοντα ἐκφόρια ἀμέμπτως πληρουμένων ὑφʼ ἡμῶν, ἐπεὶ οὖν καὶ ἔστιν περὶ τὴν Σοκνοπαίου αἰγιαλῖτις γῆ, ὁπότε μὲν μὴ κατεσπείρετο διευθύναμεν ἐκ τῶν ἰδίων τὴν ὑπὲρ αὐτῆς παραγραφὴν ἐν πυρικοῖς πλείστοις. νῦν δὲ τῷ ἐνεστῶτι κη ἔτει πλημύραντος τοῦ Νείλου καὶ κατασπαρείσης τῆς ἡμῶν οἱ ἀπὸ τῆς Θεογένους βιαίως ἀντελάβοντο τῆς γῆς, ὅπερ καὶ σοὶ φανέρον ἐποιήσαμεν ἀξιοῦντες αὐτοὺς τὴν παραγραφὴν εἰσενεγκεῖν. ὅθεν ἐπιδίδωμεν καὶ ἀξιοῦμεν κελεῦσαι ἀχθῆναι αὐτοὺς ἐπὶ σὲ καὶ διακοῦσαι ἡμῶν πρὸς αὐτούς, ἡμῶν τὰς νομὰς τοῦ αἰγιαλοῦ τοῖς ἐπιτηρηταῖς διαγραφόντων πρὸς τὸ ἐκ τῆς σῆς βοηθείας δυνηθῶμεν ἐπὶ τῇ ἰδίᾳ συνμένοντες τὰ ἀνήκοντα ἐκτελεῖν. ἔτους κη Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου.