Ancient Greek
Chrest.Wilck. 357
Documentary Papyri, Chrest.Wilck. 357
Not analysed yet
Πετεσοῦχος Νεφερῶτος καὶ μέτοχοι σιτολόγοι Βακχιάδος Ἡφαιστιάδος μεμετρήμεθα τῇ κη τοῦ Παῦνι μηνὸς τοῦ ἐνεστῶτος ιγ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ γενημάτων τοῦ αὐτοῦ ἔτους ἐν θησαυρῶι Βακχιάδος εἰς Ὀννῶφριν Πανεφρέμμεως Βακχιάδος δημοσίων διὰ γεωργῶν Σοκνοπαίου Νήσου πυροῦ ἀρτάβας τριάκοντα γίνονται πυροῦ ἀρτάβαι λ, ὁμοίως διὰ τῶν αὐτῶν εἰς Στοτουῆτιν Ἀπύγχεως πυροῦ ἀρτάβας τριάκοντα γίνονται πυροῦ ἀρτάβαι λ, καὶ εἰς Πακῦσιν Ἀπύγχεως πυροῦ ἀρτάβας ἐννέα γίνονται πυροῦ ἀρτάβαι θ γίνονται ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβας ἑξήκοντα ἐννέα γίνονται πυροῦ ἀρτάβαι ξθ. διὰ Διοσκ γραμματέως. ἔτους ιγ Αὐτροκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Παῦνι λ.