Ancient Greek
Chrest.Wilck. 356
Documentary Papyri, Chrest.Wilck. 356
Not analysed yet
Στοτοήτι καὶ Πακύσι ἀμφοτέροις Ἀπύγχεως τοῦ Στοτοήτεως παρα Ἡρακλείδου Ὡρίωνος τοῦ καὶ Παπειρίου τοῦ Ἡρακλείδου ἀναγραφομένου ἐπʼ ἀμφόδου Φα…ου Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι παρʼ ὑμῶν πρὸς μόνον τὸ ἐνεστὸς τρεισκαιδέκατον ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἀφʼ ὧν καὶ ὑμεῖς τυγχάνετε ἔχειν ἐν μισθώσει παρὰ τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου δημοσίας γῆς ἀρούρας ἑπτὰ ἢ ὅσαι ἐὰν ὦσι ἐν μιᾷ σφραγῖδι ἐν μιᾷ σφραγῖδι περὶ Βακχιάδα ἐκφορίου τῶν ὅλων τοῦ παντὸς ἀσπερμὶ πυροῦ μέτρῳ ἑξαχοινίκῳ ἀρταβῶν δέκα τεσσάρων χωρὶς ὧν καὶ ἐπιτελέσω τὰ γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου σπείρων ἀρούρας μὲν πέντε πυρῷ καὶ τὰς λοιπὰς ἀρούρας δύο ἀπὸ νότου ἀναπαυματικοῖς γένεσι, τὰς δὲ τοῦ ἐκφορίου πυροῦ ἀρτάβας δέκα τέσσαρας ἀποδώσω ὑμῖν ἐφʼ ἅλω τῶν ἐδαφῶν, πρὸς ἐμὲ ὄντος τοῦ ὀνηλατικοῦ φορέτρου μέχρι Ἱερᾶς, τῶν ὑπὲρ αὐτῶν ἐκφορίων πάντων καὶ παντὸς εἴδους ὄντων πρὸς ὑμᾶς τοὺς περὶ τὸν Στοτοῆτιν, ἐὰν φαίνηται μισθῶσαι. γείτονες δὲ τῶν μισθουμένων ἀρουρῶν ἑπτὰ νότου ἃ ἔχει ἐν μισθώσει Πτολλᾶς Σαταβοῦτος, βορρᾶ Ἀλείνου σπειρόμενα ἐδάφη, λιβὸς πεδιακὴ ὁδός, ἀπηλιώτου διῶρυξ. Ἡρακλείδης ὡς ἐτῶν λε οὐλὴ ὀφρύι ἀριστερᾷ. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι κβ.