Ancient Greek
Chrest.Wilck. 364
Documentary Papyri, Chrest.Wilck. 364
Not analysed yet
Ἀκυλίῳ Καπιτωλείνῳ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Θεανοῦτος Πετεσούχου ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὑπάρχει μοι, κύριε, περὶ πεδίον Ψεναρψενήσεως ἐλαιῶνος ἀρούρης ἥμισυ . Πετρώνιος δέ τις Νουμηνίου καταφρονήσας μου ὡς γυναικὸς ἀβοηθήτου ἐπέρχεταί μοι παρʼ ἕκαστα βουλόμενος ἀναρπάσαι τοὺς ἐπικειμένους καρποὺς, προφερόμενος αὐτὸν ἐκ τοῦ δημοσίου ἐωνῆσθαι, μηδέποτε γενηματογραφηθέντος αὐτοῦ …λοντ…ς …