Ancient Greek
Chrest.Wilck. 365
Documentary Papyri, Chrest.Wilck. 365
Not analysed yet
τῶι προεστῶτι τῆς ἐν τῷ Ἀρσινοίτηι Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Πετρωνιανῆς οὐσίας παρὰ Ποταμιαίνης τῆς καὶ Ταφιώμιος τῆς Ὥρου μετὰ κυρίου τοῦ ἀνδρὸς Τεσενούφεως τοῦ Ὥρου. ἐπεὶ προσῆλθον ἀγορασμῶι ἢ καὶ ὑποθήκῃ κλήρου κατοικικοῦ ἀρουρῶν ἐννέα ἡμίσους τετάρτου ,ἐν ᾧ ἐλαιὼν καὶ πύργος καὶ ἕτερα, περὶ Ἡρακλείαν τῆς Θεμίστου μερίδος, πρότερον Πετενούριος τοῦ Ὀρσενούφιος μισθωτοῦ τινων τῆς αὐτῆς ἐδαφῶν, ὑφορῶμαι δὲ μή τις μοι ἔνκλησις γένηται ὑπὸ τῶν προεστώτων τῆς δηλουμένης Πετρωνιανῆς οὐσίας ἕνεκα τοῦ …ἀργύριον χωρεῖν εἰς δημόσιον …τῶν τοῦ Πετενούριος ὑπαρχόντων …διʼ ἔκδειαν γεωργίας δημοσι …ἅπαντα συνεχῶς ἀπαιτ… ἀξιῶ, ἐὰν φαίνηται, ἐπισταλῆναι τοῖς ἐπὶ τῶν ἀρχείων τεταγμένοις ε… ἀνεμποδίστως πρὸς τὸ ἄσκυλτον καὶ ἀπαρενόχλητόν με εἶναι υ… οὐσίαν λόγ…. ἔτους ἑβδόμου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος …