Ancient Greek
Chrest.Wilck. 405
Documentary Papyri, Chrest.Wilck. 405
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Ἀρκαδίου τὸ δ καὶ Ὁνωρίου τὸ γ τῶν αἰωνίων Αὐγούστων Θὼθ α. Αὐρήλιος Ἱέραξ Ὥρου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως συστάτης τῆς μελλούσης λειτουργεῖν φυλῆς καὶ ἄλλων ἀμφόδου Αὐρηλίῳ Ἀμέσῳ Ἄμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως τῆς αὐτῆς φυλῆς χαίρειν. ὁμολογῶ συνηλλαχέναι πρός σε τὴν ἐγχειρισθεῖσάν σοι ὑπʼ ἐμοῦ κα… λειτουργίαν εἰς χώραν ἀλιαδίτου ἤτοι γραμματηφόρου τοῦ ὀξέως δρόμου ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Θὼθ ἕως Μεσορὴ ἐπαγομένων πέμπτης καὶ αὐτῆς τῆς πέμπτης τοῦ ἐνεστῶτος ἔτους ογ μβ καὶ ὁμολογῶ ἀπεσχηκέναι παρά σοῦ τὰ σταθέντα ἀλλήλοις κ…ι… ἀντὶ σοῦ παραστῆσαι τὸν ἐκτελέσοντα …παρέξεσθαί σε ἄσκυλτον καὶ ἀζήμιον καὶ ἀπαρενόχλητον καὶ ἀνείσπρακτον περὶ πάντων τῶν διαφερόντων πρὸς τὴν αὐτὴν λειτουργίαν …κυρία ἡ ὁμολογία δισσσὴ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἱέραξ συστάτης ἐξεδόμην τὴν ἀποχήν. Αὐρήλιος Διόσκορος βοηθὸς σεσημείωμαι. …β…