Ancient Greek
Chrest.Wilck. 408
Documentary Papyri, Chrest.Wilck. 408
Not analysed yet
…αστω…τε του πυ… καὶ ἀπὸ τ… λαχανοσπέρμου ἀρταβῶν τριῶν …τομ…γδ… γραμματ …οὐκ ἐξέδοτό μοι. μετὰ δὲ ταῦτα ἀναδοθέντος μου εἰς δημοσίαν λειτουργίαν βαρυτάτην οὖσαν ἀπέστην τῆς κώμης οὐ δυνάμενος ὑποστῆναι τὸ βάρος τῆς λειτουργίας. τοῦ οὖν λαμπροτάτου ἡγεμόνος Οὐαλερίου Δάτου κελεύσαντος ἅπαντας τοὺς ἐπὶ ξένης διατρίβοντας εἰς τὰς ἰδίας κατεισέρχεσθαι, κατεισῆλθον. ἐπεὶ οὖν ὁ τούτου υἱὸς Αὐρήλιος Σωτήριχος ἐξηγητεύσας τῆς αὐτῆς πόλεως ἐπῆλθέν μοι ἐκπράσσων τὸ τριπλοῦν τοῦ ὀφειλομένου, ἐπιδίδωμι καὶ ἀξιῶ ἀκοῦσαί μου πρὸς αὐτοὺς καὶ τὸ δοκοῦν σοι κελεύσῃς γενέσθαι. διευτύχει. Αὐρήλιος Πακῦσις ὡς ἐτῶν ν οὐλὴ γόνατι ἀριστερῷ …ου ἔτους κδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Παῦνι ια.