Ancient Greek
Chrest.Wilck. 423
Documentary Papyri, Chrest.Wilck. 423
Not analysed yet
Αὐρήλιος Στέφανος Ἐλευσινίου ἐπιμελητὴς θ ἰνδικτίωνος ἀπὸ Ἀνταίου πόλεως Αὐρηλίοις Ἑρμείᾳ Σαραπάμμωνος καὶ κοινωνοῖς διαδόταις Φιλῶν θ ἰνδικτίωνος χαίρειν. παρήνεγκα καὶ παραδέδωκα ὑμῖν εἰς εὐθένειαν τῶν παρʼ ὑμῖν διακειμένων γενναιοτάτων στρατιωτῶν ἀπὸ δηληγατίονος κανόνος τῆς ἐννάτης ἰνδικτίωνος οἴνου ξέστας δισχιλίους γίνονται οἴνου ξέσται Β καὶ ἐξέδωκα ὑμῖν τοῦτο τὸ ἀντάποχον πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν Γρατιανοῦ τὸ ε καὶ Θεοδοσίου τὸ α τῶν αἰωνίων Αὐγούστων Χοιὰκ λ. Αὐρήλιος Στέφανος ἐξέδωκα τὸ ἀντάποχον ὡς πρόκειται …ζ τὸ ἀντάποχον τοῦτο γε…αμενον ἐν Ἀνταίου πόλει