Ancient Greek
Chrest.Wilck. 424
Documentary Papyri, Chrest.Wilck. 424
Not analysed yet
…Φλάυιος Δομίττιος Ἀσκληπιάδης ὁ λαμπρότατος κόμης καὶ φλαυιάλιος καὶ ἡγεμὼν ἐξάκτορσι καὶ προέδροις Ἑρμοῦ πόλεως. ἐν ὁποίῳ κινδύνῳ καθεστήκατε, οἵου ὀλέθρου πειρασθήσεσθε οὐκ αὐτοὶ μόνοι ἀλλὰ καὶ ὁλόκληρον ὑμῶν τὸ βουλευτήριον, ἡ πεῖρα τῶν πραγμάτων ἐπιδείξει. τοὺς γὰρ γενναιοτάτους καὶ καθωσιωμένους στρατιώτας οὐκ ἐπʼ ὀλίγῳ χρόνῳ ἐπὶ ταῖς χρεωστουμέναις ἀννώναις πραιτερίτους παρεσκευάσατε γενέσθαι ἐπὶ τριετίᾳ ὁλοχρόνῳ, καὶ προσταχθέντες τὰς τροφὰς ἀποστέλλειν γυμνοὺς τοὺς ε… οὐδὲν ἔχοντας ἐν χερσὶν ἐξεπέμψατε ἀναφοραῖς η…αις κεχρημένοι καὶ συμπαίζοντες τῇ ἡγεμονικῇ τάξει καὶ μέχρις δεῦρο τὰ χρέα ταῦτα μὴ ὑποβάλλοντες πρὸς ἀπαίτησιν, διὰ τούτων οἰόμενοι διαφεύγειν τὸν ἐπηρτημένον ὑμῖν κίνδυνον. …παρηι πρὸς τούτους πρὸς τῷ βαρβαρικῷ ὅρῳ διακειμένοις ἐν ἐρήμοις τόποις …τοῖς αὐτοῖς ἐρήμοις τόποις ……νου πρίασθαι …οἵα δέ ἐστιν ἡ λι… …ρας τοῦ ἔτους …τῆς ἡγεμονικῆς τάξεως δικαστὴν …επει…δ… η…ι… καθʼ ὑμῶν …ὑπὲρ …ειν…δω εἰς τὸ ἑξῆς τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθαι η παιδι… κατάστασεως πάντα τὰ χρεωστούμενα ὑφʼ ἡμῶν, καὶ διορθώσαντες ἀποστείλατε …εἰς ἐκείνους τοὺς τόπους. εἰ γὰρ ὑπερ… βραχυτάτων ἀποσταλήσονται οἱ ἐκ τοῦ ἴσου ἀπαιτήσοντες ὑμᾶς αὐτοὺς …ἀχύρων λήμψεως, καὶ παραστάντες τῇ ἀνωτάτῳ ὑποβληθήσεσθε τιμωρίᾳ. τίνα δὲ ἔστιν τὰ ὀφείλοντα ἐκπεμφθῆναι εἰς τὸ ὑποτελὲς ὑμῶν, βρέβεια δηλοῖ ὑμῖν. ἐγράφη Φαρμοῦθι μηνὶ λ. ἐκομίσθη Φαρμοῦθι λ.