Ancient Greek
Chrest.Wilck. 452
Documentary Papyri, Chrest.Wilck. 452
Not analysed yet
Μανρῆς Νεκτενίβι Ἀτίβει Πετοσίρει Ἀμφιτει Α…νει Ὥρου Τεω… Ἑριεῦτι Σονθώυτι Πετ… Α…τι Πετεχῶντι Α… Ὥρωι Πακερεῦτι Ἱέρωνι ……τοῖς τʼ ἄλλοις πολίταις πᾶσι χαίρειν. εἰ ἔρρωσθε πάντες, καλῶς ἂν ἔχοι, ὑγιαίνομεν δὲ καὶ αὐτοί. παραγενόμενος …ἡμῖν …σιν οι…ικ… μὴ οὖν ὀλιγοψυχήσητε, ἀλλʼ ἀνδρίζεσθε, ὀλίγος γὰρ χρόνος ὑμῖν ἐστιν, ἑτοιμάζεται γὰρ ἡ διαδοχὴ καὶ οἱ κυνηγοὶ ἐπιλελεγμένοι εἰσὶ οἱ μέλλοντες παραγενέσθαι μετὰ τοῦ στρατηγοῦ. παρέσται δὲ ὑμῖν καὶ ἐξ Ἡρώων πόλεως πορεῖα συντόμως ἄγοντα …πυρῶν καὶ ἡ ἐλεφαντηγὸς ἡ ἐν Βερενίκηι τέλος ἔχει καὶ αὐτὴ …γράψατέ μοι, τίς παρʼ ὑμῖν τιμὴ ἐγένετο τοῦ σίτου, ἀφʼ οὗ ἡ ἐλεφαντηγὸς κατεποντίσθη καὶ περὶ ὑμῶν ἐντείνεσθε, ἕως ἂν ὑγιαίνοντας ὑμᾶς ἴδωμεν. ἔρρωσθε. ἔτους κδ Φαῶφι κ.