Ancient Greek
Chrest.Wilck. 458
Documentary Papyri, Chrest.Wilck. 458
Not analysed yet
ἐκ τόμου ἐπικρίσεων Γαίου Ἀουιδίου Ἡλιοδώρου γενομένου ἡγεμόνος, οὗ προγραφή· οἱ ὑπογεγραμμένοι οὐετρανοὶ στρατευσάμενοι ἐν εἴλαις καὶ ἐν σπείραις καὶ ἐν κλάσσαις δυσὶ Μεισηνάτῃ καὶ Συριακῇ ἐπιτυχόντες σὺν τέκνοις καὶ ἐγγόνοις τῆς Ῥωμαίων πολιτείας καὶ ἐπιγαμίας πρὸς γυναῖκας, ἃς τότε εἶχον, ὅτε αὐτοῖς ἡ πολιτεία ἐδόθη, ἢ εἴ τινες ἄγαμοι εἶεν, πρὸς ἃς ἐὰν μεταξὺ ἀγάγωσι, τοῦ μέχρι μιᾶς ἕκαστος, ἔτι δὲ καὶ ἕτεροι οὐετρανοὶ οἱ χωρὶς χαλκῶν καὶ ἕτεροι οὐετρανοὶ καὶ αὐτοὶ ἐπιτυχόντες μόνοι τῆς Ῥωμαίων πολιτείας, ὁμοίως δὲ καὶ Ῥωμαῖοι καὶ ἀπελεύθεροι καὶ δοῦλοι καὶ ἕτεροι παρεγένοντο πρὸς ἐπίκρισιν Γαίου Ἀουιδίου Ἡλιοδώρου ἐπάρχου Αἰγύπτου ἀπὸ τῆς πρὸ ιε καλανδῶν Μαρτίων, ἥτις ἐστὶ τοῦ Μεχεὶρ κα, ἄχρι τῆς πρὸ ιζ καλανδῶν Ἰουνίων, ἥτις ἐστὶν μηνὸς Παχὼν κα τοῦ ἐνεστῶτος γ ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς. ἃ δὲ παρέθεντο δικαιώματα …ιωνατ… χιλιάρχῳ λεγιῶνος β Τραιανῆς Ἰσχυρᾶς, ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα σελίδων η …βουλόμενος παρεπιδημεῖν πρὸς καιρὸν ἐν νομῷ Ἀρσινοείτῃ …θ… ἀντίγραφον ἐπικρίσεως …οὐετρανοῦ καὶ …α…αι… θυγατρὸς αὐτοῦ