Ancient Greek
Chrest.Wilck. 460
Documentary Papyri, Chrest.Wilck. 460
Not analysed yet
…οὗ προγραφή· οἱ ὑπογεγραμμένοι οὐετρανοὶ καὶ Ῥωμαῖοι καὶ ἀπελεύθεροι καὶ δοῦλοι καὶ ἕτεροι παρεγένοντο πρὸς ἐπίκρισιν Οὐετουρίου Μακρίνου ἐπάρχου Αἰγύπτου διὰ Κοκκηίου Οὐάρου χιλιάρχου λεγιῶνος β Τραιανῆς Ἰσχυρᾶς ἀπὸ Παχὼν ἕως τοῦ …μηνὸς τοῦ ἐνεστῶτος κγ ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ. ἃ δὲ παρέθεντο δικαιώματα τῷ προγεγραμμένῳ Κοκκηΐῳ Οὐάρῳ, ἑκάστῳ ὀνόματι παράκειται. μεθʼ ἕτερα σελίδων ιζ· Ἀρσινοίτου …Μάξιμος ἐτῶν Πολυδεύκης ἐτῶν ἐπήνεγκεν ὁ τῶν ἐπικρινομένων πατὴρ …δι… ἐπίκρισιν ἑαυτοῦ ἐπὶ τοῦ ι …ἔτους Μάρκου Αὐρηλίου Ἀντωνίνου γενομένην ὑπὸ Καλουισίου Στατιανοῦ τοῦ ἡγεμονεύσαντος καθʼ ἣν αὐτὸς …ἀπὸ χαλκῆς τάβλης ἐπεκρίθη καὶ τῶν ἐπικρινομένων δέλτους β προφεσσιώνων ἐπὶ σφραγίδων κεχρονισμένας, τὴν μὲν Μαξίμου τῇ πρὸ ε …αι Μαξιμ…πατ…