Ancient Greek
Chrest.Wilck. 461
Documentary Papyri, Chrest.Wilck. 461
Not analysed yet
…παρὰ Ἰουλίου Οὐαλερίου οὐετρανοῦ τῶν ἐντίμως ἀπολυθέντων. οὗ ἀνέτεινα τῷ λαμπροτάτῳ ἡγεμόνι Κυίντωι Μαικίωι Λαίτωι βιβλιδίου καὶ …αὐτοῦ …ὑπογραφῆς ἀντίγραφον ὑποτάξας δέομαί σου ἀκοῦσαί μου πρὸς τὸν ἐξ ἐναντίας ἀντίδικον καὶ τοὺς …αντας αὐτῷ Σύρον …ν τοῦ ἀδελφὸν ……ὁμοίως οὐετρανόν. ἔστι δὲ τὸ ἀντίγραφον τοῦ βιβλιδίου· Κυίντωι Μαικίωι Λαίτωι ἐπάρχωι Αἰγύπτου παρὰ Ἰουλίου Οὐαλερίου οὐετρανοῦ τῶν ἐντίμως ἀπολυθέντων. βίαν παθὼν …ὑπὸ Μάρκου Αὐρηλίου Νεφερῶτος οὐετρανοῦ καὶ αὐτοῦ …ἡ ἀξίωσίς μου οὕτως ἔχει. ἐπεὶ ἐκ τῆς τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων εὐεργεσίας ἧς ἐχαρίσαντο τοῖς ἀπολυθεῖσι στρατιώταις ἔσχον καὶ ἐγὼ γῆν …περὶ κώμην Κερκεσοῦχα τῆς Ἡρακλείδου μερίδος Ἀρσινοίτου νομοῦ, εἰς ταύτην τὴν γῆν φιλο…ιου ἐδαπάνησα, ὅπως αὐτὴν ἐν… καὶ ἔχω ἐξ αὐτῆς τὰς ἀναγκαίας τροφάς …δὲ καὶ ὑδραγωγόν, διʼ οὗ τοὺς ποτισμοὺς τῆς γῆς ποιήσωμαι, πλεῖστα ἀναλώματα ποιησάμενος εἰς …ην καὶ ξύλα πολλὰ ἀναλώσας προς …δυσχερῶς εἰς τὴν ἀρδείαν τῆς γῆς ὁ προγεγραμμένος Νεφερῶς τολμηρῶς ἐνεχθεὶς …τῆς σῆς ἡγεμονίας καὶ αὐτὸς …εἰς τὴν κολωνίαν ἐπελθὼν βίᾳ πολλῇ …προνοησαμενο …βαλὼν διʼ ἡμε… τοῦ ὕδατος …