Ancient Greek
Chrest.Wilck. 467
Documentary Papyri, Chrest.Wilck. 467
Not analysed yet
……ς Ἀβου… …ι…ρος καὶ ……οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς τῶν τεσσάρων ἀπὸ κώμης Πέσλα τοῦ Ἑρμοπολίτου νομοῦ. ὁμολογοῦμεν ὀμνύντες τὴν θείαν καὶ οὐράνιον τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Οὐάλεντος καὶ Οὐαλεντινιανοῦ καὶ Γρατιανοῦ τῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι Αὐρήλιον Παπνοῦθιν Πανούπιος ἀπὸ τῆς αὐτῆς κώμης εἰσαγγελέντα εἰς τὴν στρατολογίαν ὑπὲρ τῆς αὐτῆς κώμης ἐπὶ τῷ αὐτὸν μεῖναι ἄχρι κληθείη ὑπὸ τῆς ἐξουσίας τοῦ κυρίου ἡμῶν τοῦ διασημοτάτου ἡγεμόνος Αἰλίου Γεσσίου εἰς τὴν αὐτὴν στρατολογίαν. ἐὰν δὲ ἀφυστερήσῃ καὶ μὴ παραστήσωμεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενοῦμεν ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. μετὰ τὴν προκειμένην ὑπατείαν Μεχεὶρ ιε. Αυρήλιος Σιλβανὸς Κολλούθου καὶ Πευῆς Παήσιος καὶ …