Ancient Greek
Chrest.Wilck. 469
Documentary Papyri, Chrest.Wilck. 469
Not analysed yet
Γάϊος Οὐαλέριος Εὐσέβιος ῥιπαρίοις κατὰ πόλιν ἀπὸ Θηβαΐδος ἕως Ἀντιοχίας. τοὺς νεολέκτους τοὺς ἀποστελλομένους ἐκ τῆς Αἰγυπτιακῆς διοικήσεως παρὰ τῶν τὴν εἴσπραξιν ποιουμένων ὑποδεξάμενοι κατὰ διαδοχὴν εἰς τὴν Ἀντιοχέων ἰδίῳ κινδύνῳ παραπέμψατε ἐκεῖνο γιγνώσκοντες ὡς εἴ τις διαφύγοι τούτων, οὐκ ἀτιμώρητος ἀπελεύσεται ἐκεῖνος, οὗ παρὰ τὴν ἀμέλειαν φαίνεται ἀποδράς. ἀναγκασθήσεται δὲ αὐτόν τε ἐκεῖνον ἢ ἀντʼ ἐκείνου ἕτερον παραστῆσαι μετὰ τοῦ καὶ δίκην τὴν ὑπὲρ τῆς ἀμελείας ὑποσχεῖν.