Ancient Greek
Chrest.Wilck. 472
Documentary Papyri, Chrest.Wilck. 472
Not analysed yet
κώμης Σοκνοπαίου Νήσου. παραγγέλλεται τοῖς ὑπογεγραμμένοις λῃστοπιασταῖς προσελθεῖν τοῖς τῆς κώμης δημοσίοις καὶ ἀναζητῆσαι τοὺς ἐπιζητουμένους κακούργους. ἐὰν δὲ ἀμελήσωσι, δεδεμένοι πεμφθήσονται ἐπὶ τὸν λαμπρότατον ἡμῶν ἡγεμόνα. εἰσὶ δέ· Σελεουᾶς Πακύσεως προν…. Παέμμις μηχανάριος. Ἐϊεὺς Ἀλατούλεως. Σωτᾶς Ὡρίωνος. Οὐτιψῆμις Ἰαμοῦς.