Ancient Greek
Chrest.Wilck. 495
Documentary Papyri, Chrest.Wilck. 495
Not analysed yet
Κόσμῳ πρωταύλῃ παρὰ Σατύρου Σατύρου ἀπὸ τῆς Νήσου. βούλομαι παραλαβεῖν σε σὺν συρισταῖς καὶ …ταις τρισὶ καὶ κορασίοις τέσσαρσι λειτουργῆσαι ἐν τῇ προκιμένῃ κώμῃ ἐφʼ ἡμέρας ἓξ ἀπὸ τῆς ιη τοῦ ἐνεστῶτος μηνὸς Φαῶφι, λαμβάνοντός σου καθʼ ἡμέραν ἑκάστην ἀργυρίου δραχμὰς τεσσαράκοντα καὶ παραδώσομεν ὅσα ἐὰν παραλάβωμεν καὶ ποιησόμεθα τὴν ἐπιμέλειαν καὶ φροντίδα καὶ δώσομεν ἔτι καταβαίνοντι ὄνους τέσσαρας καὶ ἀναβαίνοντι τοὺς ἴσους. ἔτους ϛ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Φαῶφι δ.