Ancient Greek
Chrest.Wilck. 497
Documentary Papyri, Chrest.Wilck. 497
Not analysed yet
Αὐρηλίῳ Θέωνι προνοητῇ αὐλητρίδων παρὰ Αὐρηλίου Ἀσκλᾶ Φιλαδέλφου ἡγουμένου συνόδου κώμης Βακχιάδος. βούλομαι ἐκλαβεῖν παρά σου Τ…σᾶιν ὀρχήστριαν σὺν ἑτέρᾳ μίᾳ λειτουργήσειν ἡμῖν ἐν τῇ προκειμένῃ κώμῃ ἐπὶ ἡμέρας ι ἀπὸ τῆς ιγ Φαῶφι μηνὸς κατὰ ἀρχαίους, λαμβανόντων αὐτῶν ὑπὲρ μισθοῦ ἡμερησίως δραχμὰς λϛ καὶ ὑπὲρ τιμήματος πασῶν τῶν ἡμερῶν πυροῦ ἀρτάβας γ καὶ ψωμίων ζεύγη ιε, ὑπὲρ καταβάσεως καὶ ἀναβάσεως ὄνους γ. ἐντεῦθεν δὲ ἐσχήκασι ὑπὲρ ἀραβῶνος τῇ τιμῇ ἐλλογουμένου σοι δραχμὰς …β. ἔτους γ Αὐτοκράτορος Καίσαρος Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου καὶ Γαίου Ἰουλίου Οὐήρου Μαξίμου Γερμανικοῦ Μεγίστου Δακικοῦ Μεγίστου Σαρματικοῦ Μεγίστου τοῦ ἱερωτάτου Καίσαρος Σεβαστοῦ υἱοῦ τοῦ Σεβαστοῦ Ἐπὶφ ….