Ancient Greek
Chrest.Wilck. 499
Documentary Papyri, Chrest.Wilck. 499
Not analysed yet
Σενπαμώνθης Παμώνθῃ τῷ ἀδελφῷ χαίρειν. ἔπεμψά σοι τὸ σῶμα Σενύριος τῆς μητρός μου κεκηδευμένον, ἔχον τάβλαν κατὰ τοῦ τραχήλου διὰ Γαλῆτος πατρὸς Ἱέρακος ἐν πλοίῳ ἰδίῳ, τοῦ ναύλου δοθέντος ὑπʼ ἐμοῦ πλήρης. ἔστιν δὲ σημεῖον τῆς ταφῆς· σινδών ἐστιν ἐκτὸς ἔχων χρῖμα ῥόδινον, ἐπιγεγραμμένον ἐπὶ τῆς κοιλίας τὸ ὄνομα αὐτῆς. ἐρρῶσθαί σε, ἄδελφε, εὔχομαι. ἔτους γ Θὼθ ια. Παμώνθῃ Μώρου παρὰ Σενπαμώνθου ἀδελφῆς.