Ancient Greek
Chrest.Wilck. 57
Documentary Papyri, Chrest.Wilck. 57
Not analysed yet
Μένων Ἑρμοκράτει τῷ ἀδελφῶι χαίρειν. εἰ ἔρρωσαι, ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ Ἀφροδισία καὶ ἡ θυγάτηρ καὶ ἡ παιδίσκη καὶ ἡ θυγάτηρ αὐτῆς. ἔγραψας ἡμῖν διὰ τὸ …κέναι ἡμῖν τὴν ἵππον καὶ παρʼ Ἰουδαίου …σθαι αὐτήν, οὗ τὸ ὄνομα ἀγνοοῦμεν. αὐτοῦ δὲ μηδʼ ἀποδεδωκότος ἡμῖν μηδὲ ἵππον μηδὲ τὴν πορείαν αὐτῆς ἐπιδεδωκότος, ἐγράψαμέν σοι, ὅπως οὖν εἰδῆις. ἔρρωσο. καλῶς οὖν ποιήσεις ἀγοράσας ἐμοί τε πορφύρας στατῆρας δύο καὶ Ἀφροδισίαι δύο . Ἑρμοκράτει.