Ancient Greek
Chrest.Wilck. 76
Documentary Papyri, Chrest.Wilck. 76
Not analysed yet
ἐξ ὑπομνηματισμῶν Οὐλπίου Σερηνιανοῦ τοῦ κρατίστου ἀρχιερέως. ἔτους ια Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Τῦβι κη. ἐν Μέμφει. ἠσπάσατο τὸν λαμπρότατον ἡγεμόνα καὶ μετὰ ταῦτα πρὸς τῷ Ἀπείῳ Πανεφρέμμει Στοτοήτιος ἀνθʼ οὗ Σαταβοῦτος πρεσβυτέρου ἱερέως προσαγαγόντος υἱὸν ἑαυτοῦ Πανεφρέμμιν καὶ ἀξιώσαντος ἐπιτραπῆναι περιτεμεῖν αὐτὸν ἀναδόντος τε τὴν περὶ αὐτοῦ γραφεῖσαν ἐπιστολὴν ὑπὸ Σαραπίωνος στρατηγοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος διὰ Ἀλεξάνδρου γυμνασιαρχήσαντος, κεχρονισμένην εἰς τὸ διεληλυθὸς ι ἔτος Φαῶφι ϛ Σερηνιανὸς ἐπύθετο τῶν παρόντων κορυφαίων καὶ ὑποκορυφαίων καὶ ἱερογραμματέων, εἰ σημεῖον ἔχοι ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι Οὔλπιος Σερηνιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν σημειωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος. ἀνέγνων.