Ancient Greek
CPR 1 36
Documentary Papyri, Cpr 1 36
Not analysed yet
Αὐρήλιος Μιῦσις Περοῦτος μητρὸς Ταουηουήτιος ἀπὸ κώμης Πεενάμεως Τιβερίῳ Κλαυδίῳ Ἀσκληπιάδῃ· μεμίσθωμαι παρὰ σοῦ περὶ κώμην Πεενάμεα ἀπὸ ἀρουρῶν β ἄρουραν α εἰς σπορὰν κριθῆς εἰς τὸν σπόρον τοῦ ἐνεστῶτος ε ἔτους ἐκφορίου ἀποτάκτου ἀρτάβας πέντε, γίνεται κριθῆς ἀρτάβαι ε, ἃς καὶ ἀποδώσω σοι τῷ μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ε ἔτους ἀνυπερθέτως καὶ ἀκίνδυνα παντὸς κινδύνου καὶ ἀνυπόλογα παντὸς ὑπολόγου, τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς τὸν ἐπιγεοῦχον· περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ὁμολογῶ. ἔτους ε Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ια