Ancient Greek
CPR 1 40
Documentary Papyri, Cpr 1 40
Not analysed yet
Αὐρήλιος Μάρων Μέλανος ἀφʼ Ἡρακλέους πόλεως Αὐρηλίῳ Ἀντινόῳ Ἀλεξάνδου μητρὸς Ἡρᾶτος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· μεμίσθωμαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Τοκωϊν ἐπὶ τοῦ Πρώτου κλήρου χέρσου ἀρούρας λ πρὸς κατανομὴν προβάτων πρὸς ἀναμέτρησιν εἰς σπορὰν χόρτου εἰς τὸν σπόρον τοῦ ἐνεστῶτος ιζ καὶ ιϛ καὶ ἐνάτου ἔτους φόρου οὗ ἑκουσίως ἐπεδεξάμην ἀκίνδυνα παντὸς κινδύνου καὶ ἀνυπόλογα παντὸς ὑπολόγου, ἑκάστης ἀρούρης ἀνὰ ἀργυρίου δραχμὰς διακοσίας πεντήκοντα ὅνπερ συναγόμενον χορτικὸν φόρον ἀποδώσω σοι μησὶ Φαμενὼθ Φαρμοῦθι ἀνυπερθέτως πράσσοντι καθάπερ ἐκ δίκης, τῶν ὑπὲρ τῆς γῆς τελουμένων πάντων ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιζ καὶ ιϛ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἐνάτου τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων Φαῶφι ιδ. Αὐρήλιος Μάρων μεμίσθωκα καὶ ἀποδώσω ὡς πρόκιται.