Ancient Greek
CPR 1 42
Documentary Papyri, Cpr 1 42
Not analysed yet
Αὐρήλιοι Καλλαίας Ὡριγένους καὶ Πέτρος Διογένους ἀμφότεροι ἀφʼ Ἡρακλέους πόλεως Αὐρηλίῳ Διογένῃ Ἡρακλάμμωνος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν· μεμισθώμεθα παρὰ σοῦ ἐξ ἀλληλεγγύης ἀπὸ τῶν ὑπαρχόντων σοι περὶ κώμην Σῶβτιν Μικρὰν κύκλῳ τοῦ χωρίου ἀρούρας η Σακαπρυ ἀρούρας β ἄλλας ἐν τῷ αὐτῷ ἀρούρας γ καὶ περὶ Νινωπάκαν ἀρούρας γ ἐκ νότου στομίου ἀρούρας β περὶ Νόηριν ἀρούρας δ ἐκ λιβὸς τρίβου ἀρούρης 𐅸,γίνονται ὁμοῦ ἄρουραι κβ 𐅸,εἰς σπορὰν ἣν ἐὰν βουληθῶμεν πρὸς ἡμίσιαν πάντων τῶν περιγεινομένων καρπῶν εἰς τὸν σπόρον τῆς ιδ νέας ἰνδικτίωνος τοῦ γεούχου τὴν προχρείαν τῶν σπερμάτων ποιουμένου …καὶ τῶν τῆς γῆς δημοσίων πάντων ὄντων πρὸς σὲ τὸν γεοῦχον …