Ancient Greek
CPR 15 10 a
Documentary Papyri, Cpr 15 10A
Not analysed yet
Διονυσοδώρῳ στρατηγῷ παρὰ Σεταβοῦτος τοῦ Ἑργέως νεωτέρου τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. εὐχρήστησα Ἁρπαγάθῃ Πανεφρόμμιος τῶν ἐκ τῆς αὐτῆς κώμης κατὰ συνγραφὴν δανείου ἀργυρίου δραχμὰς τκε τόκου τοῦ σταθέντος, τοῦ Ἁρπαγάθου ὁμολογήσαντος κατὰ τὴν τοῦ δανείου συνγραφὴν μὴ ἐφάψεσθαι τῶν διδομένων αὐτῷ ἐκ τοῦ ἱεροῦ τ…ο… ὑποκειμένων καὶ φιλανθρώπων δόσεως πλὴν ἢ πρότερον ἀποδῷ μοι τὸ δάνειον καὶ τοὺς τόκους. ἐν δὲ τῶι ἐνεστῶτι α ἔτει Τιβερίου Καίσαρος, τοῦ Ἁρπαγάθου σὺν πάσῃ ἀδωσιδικίᾳ μὴ βουλομένου ἐμμεῖναι τοῖς κατὰ τὴν τοῦ δανείου συνγραφὴν ὡρισμένοις δικαίοις, ἀλλὰ ἐπιχειροῦντος ἀφαρπάσαι τὰ ἐπιβάλλοντα αὐτῷ ἐκ τοῦ ἱεροῦ ὑποκείμενα καὶ φιλάνθρωπα, προσῆλθεν στρατηγῷ ἀξιῶν με στέρεσθαι καὶ ἀξιῶ, ὑποτεταγμένος τῆς τοῦ δανείου συνγραφῆς τὸ ἀντίγραφον, ἐὰν φαίνηται συντάξαι γραφῆναι τῷ τῶν ἱερέων τῆς κώμης ἡγουμένῳ καὶ τοῖς κορυφαίοις ἄλλοις ὡς προσδεῖ ἀποδοῦναι μοι τὰ ὀφειλόμενα ὑπὸ τοῦ Ἁρπαγάθου ἐκ τῆς ἐπιβαλλούσης αὐτῷ τῶν κοινωνικῶν φιλανθρώπων μοίρης ἵνʼ ᾦ ὑπὸ σοῦ εὐεργετημένος. εὐτύχει ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Φαμενὼθ …παρὰ Σαταβοῦτος τοῦ Ἑργέως νεωτέρου τῶν ἀπὸ τῆς νήσου τοῦ Σοκνοπαίου ἱερέων Ἁρπαγάθῃ Πανεφρόμμιος ……μ…τ…