Ancient Greek
CPR 15 10
Documentary Papyri, Cpr 15 10rptrpl
Not analysed yet
……ωπα ἐκ τοῦ τοῦ Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ἱεροῦ μὴ ἐφάψεσθαι αὐτὸν τούτων ἀλλʼ εἶναι ἐμοῦ τοῦ Σαταβοῦτος μέχρι οὗ ἀποδῷ μοι τὸ προκίμενον κεφάλαιον καὶ τοὺς τόκους. τοῦ οὖν Ἁρπαγάθου μὴ βουλομένου ἑκουσίως ἀποδοῦναι τὸ προκίμενον κεφάλαιον καὶ τοὺς τόκους ἀλλὰ διαπλανῶντος προ …διὰ τῆς ση… καὶ ἀξιῶ καταχωρισθέντος μου τοῦ ὑπομνήματος μεταδοθῆναι τὸ ἀντίγραφον τῶι τῶν ἱερέων τοῦ θεοῦ Σοκνοπαίου ἡγουμένωι Σαταβοῦτι Ὥρου ὅπως εἰδῆι ἀκολούθως τῆι δηλουμένηι συγγραφῆι ἐμοὶ μένῃ ἡ ἐπιβάλλουσα τῶι Ἁρπαγάθηι ἐπιβολὴ τῶν φιλανθρώπων ὡς καὶ ἐπʼ ἄλλων σύνηθές ἐστιν κατὰ μηδὲν ἐλαττουμένου μου ἐν τῆι ἐπὶ τὸν Ἁρπαγάθην πράξει.