Ancient Greek
CPR 17.1 11
Documentary Papyri, Cpr 17a 11
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α. Αὐρηλίῳ Ἀδελφίῳ Ἀδελφίου γυμνασιάρχῳ βουλευτῇ Ἑρμοῦ πόλεως παρὰ Αὐρηλίου …ωνος Ἑρμοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. βούλομαι ἑκουσίως μισθώσασθαι παρὰ σοῦ ἐπʼ ἔτη δύο ἀπὸ νέων καρπῶν τῆς εὐτυχοῦς ἐνάτης ἰνδικτίωνος τὰς ὑπαρχούσας σοι ἐν περιχώματι Ὀξοπώλου τουτέστιν τὰς λιμνασθείσας ἀρούρας ἀπὸ ἀρουρῶν ζ εἰς κατάθεσιν χόρτου κατʼ ἔτος φόρου ἀποτάκτου τοῦ τρίτου μέρους τῶν ἐκβησομένων χορτασμάτων, ὅπερ παρέξομαι ὁπηνίκα ἂν αἱρῇ ἐν ἀγροῖς, μισθώσασθαι δὲ καὶ ἐπὶ ἐναετῆ χρόνον καὶ τὸν ἐκ Λιβὸς τῶν χωρίων σου ψιλὸν τόπον ἐν ᾧ φρέαρ ἐξόπτης πλίνθου πρὸς κατανομὴν κτηνῶν …ι…ι ἐμῶν ἀνανκαίων καὶ παρεξ… μηνὶ Ἁθὺρ τῆς ὀγδόης ἰνδικτίωνος …α…