Ancient Greek
CPR 17.1 12
Documentary Papyri, Cpr 17a 12rpdupl
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α …Αὐρηλίῳ Ἀδελφίῳ Ἀδελφίου ἀποδεδειγμένῳ πρυτάνει Ἑρμοῦ πόλεως Αὐρήλιος Προκλῖνος Ἀχιλλέως βουλευτοῦ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι Αὐρήλιον Ὀλύμπιον Ἑρμοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως προχειρισθέντα ὑπὸ τῶν αὐτοτοθια τῆς βουλῆς εἰς ἐπιμέλειαν καὶ ἀνακομιδὴν οἴνου ἀννώνης διακειμένων γενναιοτάτων στρατιωτῶν ὃν καὶ παραστήσω πληρώσοντα τὴν ἐνχειρισθεῖσαν αὐτῷ ἐπιμέλειαν τοῦ οἴνου καὶ τῆς παραδόσεως ἐποίσοντα τὰ αὐτοῦ ἀπόχιμα γράμματα. ἐὰν δὲ ἀφυστερήσῃ, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης Φαῶφι …