Ancient Greek
CPR 17.1 22
Documentary Papyri, Cpr 17a 22
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Σωστράτῳ Αἰλιανῷ στρατηγῷ ἤτοι ἐξάκτορι Ἑρμοπολείτου παρὰ Αὐρηλίων Παλαῦτος Παήσιος ἀπὸ κώμης Θύνεως δημοσίου γεωμέτρου καὶ Εὐδαίμονος γνωστῆρος κώμης Σιναπή. ἐπισταλέντες ὑπὸ σοῦ ἐκ τῶν ἐπιδοθέντων σοι βιβλιδίων ὑπὸ Αὐρηλίου Ἀδελφίου γυμνασιάρχου βουλευτοῦ Ἑρμοῦ πόλεως ἀναμέτρησιν ποιήσασθαι γῆς περὶ τὴν αὐτὴν Σιναπὴ γενάμενοι ἐκεῖσε ἅμα Εὐδαίμονι ὁριοδείκτῃ τῶν τόπων ἐκείνων καὶ τὴν ἀναμέτρησιν ποιησάμενοι δηλοῦμεν κατειληφέναι ἐν κλήρῳ Ἀγαθοκλέους τρίτης κοίτης ὑπὸ μὲν σπορὰν Ἀσκλᾶτος ἀπὸ τῆς αὐτῆς …σίτῳ καὶ χόρτῳ ἀρουρα… …π…