Ancient Greek
CPR 17.1 23
Documentary Papyri, Cpr 17a 23
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β, μέλλουσιν ὑπάτοις δευτέρᾳ ἀμοιβῇ. Ἡρακλέωνι στρατηγῷ ἤτοι ἐξάκτορι Ἑρμοπολίτου παρὰ Εὐδαίμονος Πινουτίωνος δημοσίου ἰατροῦ τῶν ἐν τῷ ὡρισμένῳ ἀριθμῷ τῶν δοκίμων τῆς ὑπὸ σὲ Ἑρμοῦ πόλεως. ἐπισταλεὶς ὑπὸ τῆς σῆς ἐμμελείας διὰ Τιμοθέου Μουσῆτος ὑπηρέτου τῆς σῆς τάξεως ἐξ ἐπιδόσεως βιβλιδίου Ἀδελφίου Ἀδελφίου καὶ …ωνος Σαραπίωνος ἐπεικτῶν ναυπηγίας Κλεοπάτρας δηλούντων ἐπέλευσιν πεπονθέναι διὰ τῶν ἀπὸ κώμης Τερτονεπᾶ καὶ ἀξιούντων ἐπιθεωρηθῆναι ὑπὸ δημοσίου ἰατροῦ τὴν περὶ τὰ τραύματα τῶν πεπληγμένων διάθεσιν καὶ τὸ καταμανθανόμενον ἐγγράφως δηλῶσαι παραγενόμενοι δὲ ἐκεῖσε ἐγὼ καὶ ὁ προκείμενος ὑπηρέτης διʼ αὐτοψίας προσφωνοῦμεν ἐγὼ μὲν ὁ ἰατρὸς ἐπιτεθεωρηκέναι ἐπὶ μὲν τοῦ ἀριστεροῦ ὠτίου …ἄρξαντος …ηραι… …τοιου… …ωγεωστ… ἐπὶ τοῦ ……τοῦ …