Ancient Greek
CPR 17.1 24
Documentary Papyri, Cpr 17a 24
Not analysed yet
Οὐαλερίῳ Οὐικτωρινιανῶι τῶι διασημοτάτωι ἡγεμόνι Αὐρήλιος Ἀδέλφιος Ἀδελφίου ἀπὸ τῆς Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης χαίρειν. …Φιλοποίμην ?,ἡγεμὸν κύριε, ἐξ ὧν ἀνήνεγκον ἐπὶ τὴν σὴν ἀρετὴν παρελογίσατο πρὸς τὴν ἐσομένην ὑπὸ τῆς σῆς καθοσιώσεως ἐξέτασιν πρόσωπα ὑποβάλλων· ἐπεὶ τοίνυν διαρρήδην συκοφαντεῖ τοὺς δὲ περὶ τοῦτον ἐλέγχους παρίστημι ἀναγκαιοτέρων προσώπων ἐπὶ τὸ δικαστήριον κεκλημένων ἀξιῶ προνοίᾳ τῆς τάξεως τοὺς ἑξῆς δηλουμένους ἀχθῆναι πρὸς τὸ μηδὲν ἐνλιπεῖν προιούσης τῆς ἐξετάσεως. Οὐικτωρινιανῶι τῶι διασημοτάτωι ἡγεμόνι …