Ancient Greek
CPR 17.1 32
Documentary Papyri, Cpr 17a 32
Not analysed yet
Αὐρηλίῳ Ἀσκληπιάδῃ Ἀδελφίου ἄρξαντι βουλευτῇ πραιποσίτῳ ιε πάγου Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ὥρου Ἀμμωνιανοῦ μητρὸς Τισόιτος ὡς ἐτῶν να οὐλὴ δακτύλῳ μικρῷ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Ἀδμένθων καὶ Κλώμιος Ἀχιλλέως μητρὸς Κολλαύχιος ὡς ἐτῶν …β οὐλὴ δακτύλῳ λιχανῷ δεξιᾶς χειρὸς ἀπὸ ἐποικίου Τιβερίου τοῦ Ἑρμοπολίτου. ὁμολογοῦμεν ὀμνύντες τὴν θείαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι Αὐρηλίους Ὧρον Κάστωρος καὶ Νῆνιν Παήσιος ἀπὸ κώμης Πρήκτεως τοῦ σοῦ πάγου παραστάντας τὸν ὑποστέλλοντα αὐτοῖς τίρονα πρὸς παράστασιν τῇ μείζονι ἐξουσίᾳ χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας. ἐὰν δὲ ὑστερήσωσιν περὶ τὴν τούτου παράστασιν ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτῶν λόγον ὑποστησόμεθα ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Σεπτιμίου Ἀκινδύνου καὶ Ποπλωνίου Προκούλου τῶν λαμπροτάτων, Χοιὰκ ιδ. οἱ προκείμενοι ἐγγυῶμεν καὶ παραστήσομεν ὡς πρόκειται. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.