Ancient Greek
CPR 17.1 33
Documentary Papyri, Cpr 17a 33
Not analysed yet
παρὰ Αὐρηλίων Λυσιμάχου καὶ Χωοῦτος καὶ …καὶ …τῶν πάντων ἀπὸ κώμης Πρήκτεως τοῦ αὐτοῦ νομοῦ, προεστώτων τῆς αὐτῆς κώμης. ἀναδίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους συνπνέοντας ἡμῖν ποιησομένους ἅπαντα τὰ πρὸς τὴν κώμην ζητούμενα δημόσια ἐπιτάγματα καὶ ἀπαίτησιν τῶν δημοσίων τελεσμάτων ὄντας εὐθέτους καὶ ἐπιτηδείους πρὸς τὴν ἑκάστου χρείαν κινδύνῳ ἡμῶν τῶν τὴν ὀνομασίαν αὐτῶν πεποιημένων. εἰσὶ δέ· Πόλυς Σιλβανοῦ δἰ ἐμοῦ Λυσιμάχου Φῖβις Ἡρακλῆτος διʼ ἐμοῦ χωοῦτος Κάστωρ Πολυδεύκους δἰ ἐμοῦ …Σαρμάτης Σιλβανοῦ διʼ ἐμοῦ …οὕσπερ ἐγγυώμεθα καὶ παραστήσομεν ἀμέμπτως σὺν ἡμῖν ὑπακούσαντας ἅπαντα τὰ πρὸς τὴν κώμην ζητούμενα ἐπιτάγματα. ἐὰν δέ τις αὐτῶν λιποτακτήσῃ καὶ μὴ παραστήσωμεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. …