Ancient Greek
CPR 17.1 35
Documentary Papyri, Cpr 17a 35
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνστταντίου Αὐγούστου τὸ β καὶ Κώνσταντος Αὐγούστου τὸ α Αὐρηλίῳ Δημέᾳ Δημεου προέδρῳ Ἑρμοῦ πόλεως τῆς μεγάλης καὶ λαμπροτάτης παρὰ Αὐρηλίου Ἀσκληπιάδου Ἀδελφίου ἀπὸ τῆς αὐτῆς πόλεως. ἐπὶ σήμερον ἥτις ἐστὶν Μεσορὴ ιδ ἐπέστειλάς μοι τὴν ἐπιμέλειαν σίτου παρὰ τὰ προσόντα μοι δίκαια. διὰ τοῦτο ἐπιβοώμενος τὸ μεγαλεῖον τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Φλαυίου Ἠουασίου προσφέρω σοι τῆς ἐκκλήτου τὰ βιβλία ἀξιῶν ἐκδοθῆναί μοι τὴν κατ…