Ancient Greek
CPR 17.1 36
Documentary Papyri, Cpr 17a 36
Not analysed yet
Αὐρήλιος Ἀντώνιος στρατηγὸς ἤτοι ἐξάκτωρ Ἑρμοπολίτου Ἀσκληπιάδῃ πραιποσίτῳ ιε πάγου χαίρειν. προσέταξεν ἡ ἀρετὴ τοῦ κυρίου μου διασημοτάτου ἡγεμόνος Φλαυίου Ἠουασίου διʼ ὧν ἔγραψεν ἐγκειμένης ἀπειλῆς …γκιων ἓξ τοὺς χρεωστοῦντάς μοι ὄντας μὲν Ἀντινοέας οἰκοῦντας δὲ ἐν …τοῦ νομοῦ ἀπαιτηθῆναι. σπουδάσατε ἐντυχόντες τῷ ὑποτεταγμένῳ βρεουίῳ αὐτοὺς παραστῆσαι, ἵνα μὴ δευτερα…αιτηθῆναι ὁρισ… κατ ἄγνοιαν ὑποτιμη… πλεῖον ἀπαιτούμενοι τοῦ περι… εὐθέως διεπεμψάμην σοι τόδε τὸ ἐπίσταλμα διὰ Μακαρίου ὑπηρέτου. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ὑπατείας Σεπτιμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπουλωνίου Πρωκούλου τοῦ λαμπροτάτου, Φαμενὼθ ……εἰσὶ δέ· …ικοῦ …