Ancient Greek
CPR 18 18
Documentary Papyri, Cpr 18 18
Not analysed yet
Ἀρκὰς Ἀλεξανδρεὺς τῆς ἀπὸ Τρωάδος ξενολογουμένων μισθοφόρων ἱππέων τακτόμισθος ἐδάνεισεν Πύθωνι Ἀπολλωνίου Θραικὶ τῆς ἐπιγονῆς χαλκοῦ δραχμὰς τετρακοσίας ἀτόκους ἐφʼ ὧι παραμενεῖ Πύθων Ἀρκάδι ἔτη δέκα ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ ιϛ ἔτους ποιῶν τὰ προστασσόμενα αὐτῶι μήτε ἀπόκοιτος μήτε ἀφήμερος γενόμενος ἄνευ τῆς Ἀρκάδος γνώμης. δώσει δʼ αὐτῶι κατὰ μῆνα πυρῶν ἀρτάβην μίανἥμισυ, ἐλαίου κοτύλην μίαν καὶ εἰς ἱματισμὸν κατʼ ἔτος χαλκοῦ δραχμὰς πεντήκοντα παραμείναντος δὲ …πρόκειται Ἀρκάδι τὸν γεγραμμένον χρόνον ……τῶν τετρακοσίων δραχμῶν. συγγραφοφύλαξ Σάτοκος Θρᾶιξ τῶν οὔπω ὑπὸ ἱππάρχην τῆς …ἱππαρχίας ἑκατοντάρουρος. ἦν Ἀρκὰς ὡς ἐτῶν νε μέσος μελίχρως στρογγυλοπρόσωπος ἀναφάλανθος ἐπίγρυπος. Πύθων ὡς ἐτῶν κε μέσος μελάγχρως μακροπρόσωπος οὐλὴ μετώπωι ἐκ δεξιῶν καὶ ἐπὶ χείλους ἐκ δεξιῶν. Σάτοκος ὡς ἐτῶν λε εὐμεγέθης μελίχρως μακροπρόσωπος τετανόθριξ. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου. γίνεται β Καλλιφάνους.